Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνόρεκτοι τῶν νοσούντων: ἐνίοις δ᾽ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπ᾽ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν: τὰ: γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ 1 προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν 2 ποιοῦσιν 3: οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι 4 καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν . [p. 220]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.