Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν 1 ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ 2 διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς 3 κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι: τούτου δ᾽ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δ᾽ οὐ διὰ κένωσιν, ἀλλ᾽ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι: πολλὰ γὰρ ὅμοια 4 πάσχει καὶ βοηθεῖται: πρὸς μὲν γὰρ 5 τὰς ξηρότητας ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.