Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν.
Νίγρος 1 ὁ πολίτης ἡμῶν 2 ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλ᾽ ἐν ὅσῳ τὰ τάνδρὸς 3 οὐ καταλαμβάνοντες 4 ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπ᾽ αὐτοῦ μιμούμενοι 5 τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες 6 ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος 7, τὴν τ᾽ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι 8