Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι 1 τό τε 2 τῆς ἐφιδρώσεως 3 καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν [p. 243] τὴν βουλιμίασιν ἀραίωσιν 4 κατηγορεῖ μᾶλλον καὶ ῥύσιν ἢ πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα 5: λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.