Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γ᾽ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως: ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων.’
ὑπολαβὼν δ᾽ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ‘ἐμοὶ δ᾽’ εἶπεν ‘ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζ᾽ εἶναι: πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπ᾽ ἐνίων ‘ἑστία’ καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί 1 τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.’ [p. 269]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.