‘
ἄρτι παρακειμένων. ἀλλ᾽ οὔτ᾽ ὄψον οὐδὲν οὔτε σιτίον οὔθ᾽ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφ᾽ ἡδονῆς φωνήν, οἵων 5 ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς: ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, [p. 274] ’
οὔτ᾽ ὦν μεταλλάττον 1 ὡς Πίνδαρος ἔφη
τῶν ἐπὶ ταῖς τραπέζαις 2, ὅσσ᾽ ἀγλαὰ χθὼν 3
πόντου τε ῥιπαὶ φέρουσιν 4