‘ ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος: ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι: καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ 1 δάκτυλον ὀψοφάγου καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν: ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶν 2 συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς
κύψας καθ᾽ ἑαυτὸν 3 τῶν τραγημάτων ἔφλα:4 χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ ’