Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν 1 ἀντιλέγοι τις 2; οὕτω γὰρ ἐγκέκραται 3 τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι 4 τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθ᾽ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτ᾽ οἰνωμένους 5 ἀνιᾶν: γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον 6: ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπ᾽ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλ᾽ 7 ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.