Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος: ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτων 1 ‘ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ’ τοὺς πίνοντας: οὔτε γὰρ ἐλλόγιμος οὔτε [p. 298] καλὸς οὔτε πλούσιος 2 οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος: διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλ᾽ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ’ ἔφη ‘τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι: δῆλα γάρ ἐστι: τῶν δ᾽ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν 3 ἢ πρεσβύτερος. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.