Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπ᾽ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν ‘’ οὔτε σκάρον τρυγηφάγον ‘’ οὔτε κεστρεῖς τινας ἢ λάβρακας ‘σπερμολόγους’ προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλ᾽ οὐδ᾽ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ 1 τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ 2 μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.