Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὔτε πρότερον οἶδεν 1 οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλ᾽ ἐκείνοις γε 2 μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον [p. 349] ἐξέδωκε κριθίνην καλάμην γόνατ᾽ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης 3 ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς Μενωνείοις 4 σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς: παραφυλάττειν καὶ ’
3 Ἀριστοτέλης] Fragm. 43
4 Reinesius: μελωνείοις cf. Aristot. Fragm. 375
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.