Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τετρὰς ἀνάκειται: πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσι. τὰ δὲ 1 δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχε: καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδης τε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκε. καὶ μὴν ὅτι 2 πάντων ἀριθμῶν πρῶτος τέλειος 3, ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον 4 ἔχουσα καὶ τέλος, ἡ δ᾽ ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γιγνομένη, δῆλόν ἐστι. τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος 5 πολλαπλασιασθεῖσα, πρώτου κύβου 6 πρῶτος τέλειος, τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε 7 πλῆθος’
ἔτι δ᾽ αὐτοῦ λέγοντος, ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο: παυσαμένου δέ, οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.