Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτ᾽ ἐσπᾶσι 1 νικητήριον ὀρχήσεως: ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός: ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν 2 ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίου 3 τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.
ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα
1 πυραμοῦντες ἐπήγοντο τοῖς παισὶ W. Malim πυραμοῦντες ἐπήγοντ᾽ ὄντες παισὶ
2 χειρονόμον mei
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.