Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν φάλαγγα καὶ θορυβουμένων ῾ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες᾿, ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστ᾽ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη [p. 58] τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου 1
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.