Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.’
καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, ‘τοῦτ᾽ ἐκεῖνο πάλιν’ εἶπεν:‘ἐφ᾽ ἡμᾶς ἀφῖκται τὸ περίακτον
ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν
διατρίβοντας
ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ
[p. 410] λέγουσιν, ἀλλ᾽ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν,
ἂν ἐντυγχάνωσιν ἐμὲ δ᾽ οὖν οὐκ ἐξάξεσθε τήμερον
εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς
Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρ᾽ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων’ καὶ ὁ Λεύκιος γελάσας
‘μόνον’ εἶπεν ‘ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.