Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ αὐτῆς ὄντα; τὸν φωτισμόν. ἐπεὶ δ᾽ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει
τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ
[p. 433] περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδ᾽ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥᾴδιον: ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ
καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπ᾽ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδ᾽ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις
καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν:’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.