Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν
αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ
Ἐνδυμίωνος: ἐπεὶ δ᾽ αὐτὰς τὸ ἄστατον καὶ τὸ
εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς
ἄλλην γένεσιν, οὐκ ἐᾷ ... ἀλλ᾽ ἀνακαλεῖται καὶ
καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδ᾽ ἥσυχον οὐδ᾽
ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες
ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα
τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι
[p. 472]
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.