Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ γραῦν ἤδη διὰ μυρίων ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γενησόμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων; οδ. ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας. κιρ Οὐχ οὕτω γ᾽ ἁπλῶς, μὰ τὴν Ἑκάτην οὐ γὰρ οἱ τυχόντες εἰσίν: ἀλλ᾽ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον: ἐὰν δὲ μὴ πείσῃς, ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.