Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἅλλεσθαι διὰ τροχῶν περιφερομένων. ἵπποι δὲ καὶ βόες ἐν θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδ᾽ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες εὐμαθείας ἐπίδειξιν εἰς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν. εἰ δ᾽ ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν. αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον ἀνθ᾽ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας: καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν. αἱ δ᾽ ἀηδόνες τοὺς νεοσσοὺς προδιδάσκουσιν ᾁδειν: οἱ δὲ ληφθέντες: ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.