Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πράττομεν, ἐφ᾽ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι
δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι
τέλος, ἐπ᾽ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δ᾽ αὐτοὺς ὑπομένειν ἀνάγκη
θάτερον. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν
ἀγαθὰ μή ἐστιν, ἡ δ᾽ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρ᾽ ἑαυτὸν ποιεῖν ἕκαστον
ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπ᾽
ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν,
τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδ᾽ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλ᾽ οὗ δεῖ ἐκεῖνα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.