Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τἀγαθοῦ νοηθέντος, ἄλλο δ᾽ οὐδὲν ἀλλ᾽
αὐτὴ μόνον τάγαθόν ἐστιν. ἴθι δὲ καὶ σκόπει τὴν
ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην
δ᾽ ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν
αὑτὴν ἀγαθὸν νοηθῆναι. εἰ γὰρ τἀγαθοῦ χωρὶς
οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν
αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν. ἀλλ᾽ ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίγνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ
προεννοήσαντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.