Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατ᾽ αὐτοὺς
ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν
παρὰ τὴν ἔννοιαν, ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι μᾶλλον δ᾽ οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς
ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἢ γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν
ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς: ἢ γὰρ ἀθάνατον εἶναι
[p. 331]
φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε
θνητὸν εἶναι μήτε ἀθάνατον. ὧν οὐκ ἔστιν οὐδὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.