Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐσμεν. νοῦς μὲν οὖν ἡ μονάς ἐστιν: ὁ γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλ᾽ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα μόνον νοοῦμεν, ᾧ οὐδεὶς ἔτυχεν ὅμοιος: καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δ᾽ ἐπὶ μέρους εἰσὶν ἄπειροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί: διὸ καὶ ἐπὶ: ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόντες λέγουσι ζῷον λογικὸν ἢ ζῷον χρεμετιστικὸν ῥητέον. διὰ τοῦτο οὖν νοῦς ἡ μονάς, ᾧ ταῦτα νοοῦμεν, καὶ ἡ δυὰς δ᾽ ἡ ἀόριστος ἐπιστήμη,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.