Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος, διοικεῖσθαι διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ᾽ ἑκάστης ἀεὶ πόλεως συνίσταται. διαιρεῖται δ᾽ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά: καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων: θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένας ἀνατολάς τε καὶ δυσμάς, ἡμέρας τε καὶ νύκτας χειμῶνά
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.