Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ δι᾽ ἀπεψίας καὶ φθοράν, τὴν δ᾽ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν. οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν. Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεχθέντας: ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες: τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματὰ εἰσιν ἀραιότερα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.