previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. Θεόφιλος δέ φησινοὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος: ἐκεῖνος γάρ ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως βοῦν κάμηλον ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι: πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.’ Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτ᾽ εὔξασθαι [p. 26] λέγων: ‘ Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων: Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν, ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν᾽ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.’ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις. καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν: μόνος δ᾽ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν᾽ ὡς θερμότατον τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ. ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα:: ‘δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι, καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), DIAETE´TICA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: