previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ᾽ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι λέγει ἄριστον: οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ: ‘Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ᾽ ἄριστον κειαμένω πῦρ,’ καὶ ἅπαξ ἐν Ἰλιάδι:

ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ᾽ ἄριστον.
λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης:

ἄριστον ἐν ὅσῳ ... μάγειρος ποιεῖ, εἶτ᾽ ἐπάγει:

συνακρατίσασθαι πῶς ἔχεις μετ᾽ ἐμοῦ; καὶ Κάνθαρος:

α. οὐκοῦν ἀκρατισώμεθ᾽ αὐτοῦ. β. μηδαμῶς:
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
Ἀριστομένης:

ἀκρατιοῦμαι μικρόν, εἶθ᾽ ἥξω πάλιν
ἄρτου δὶς τρὶς ἀποδακών.
Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ᾽ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ᾽ ἄριστον δεῖπνον τὸ δ᾽ ἑσπέρισμα δορπηστόν, [p. 50] τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ᾽ τάξις καὶ παρ᾽ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς Παλαμήδης πεποίηται λέγων

καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ ἔταξα. σῖτον δ᾽ εἰδέναι διώρισα
ἄριστα, δεῖπνα, δόρπα δ᾽ αἱρεῖσθαι τρίτα.
τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηταισὺ δ᾽ ἔρχεο δειελιήσας,’ καλοῦσί τινες δειλινόν, ἐστι μεταξὺ τοῦ ὑφ᾽ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη: ‘οἱ δ᾽ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.’ μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: