previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε: Λακωνικαί, Τροιζήνιαι, Ἐπιζεφύριοι, Κρητικαί, Ἰωνικαί, Μαντινικαί, ἃς προκρίνει Ἀριστόξενος διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ᾽ ἦν ἔνδοξον καὶ σοφὸν ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ:

ὀρχήστ᾽ ἀγλαΐας ἀνάσσων,
εὐρυφάρετρ᾽ Ἄπολλον,
καὶ Ὅμηρος τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν:

Ἀπόλλων
φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε,
καλὰ καὶ ὕψι βιβάς.
Εὔμηλος δὲ Κορίνθιος Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων:

μέσσοισιν δ᾽ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
Θεόφραστος δὲ πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα: ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς: μεθ᾽ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ, Ζήνων δὲ Κρὴς πάνυ Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ. Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου: [p. 98]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: