previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. φίλοινος δ᾽ ἐστὶν πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ πρὸς πότους, κωθωνιστὴς δὲ μέχρι μέθης, πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ τριγέρων: φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει Ἀχιλλεύς. δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος:

Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
καὶ μόνου σὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γάρ μετ᾽ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης ἧς φησιν Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος, οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν λέγεται οὕτως:

εἶτ᾽ ἤδη δὸς φιάλην Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος.
ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν Νέστωρ καὶ παρἈχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι, οὐχ ὅτι ἀκονιτὶ τῷ νικηθέντι ἔδωκε δέπας Ἀχιλλεύς τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον [p. 464] ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. δὲ Εὔμηλος λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: