previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

109. Ἡρακλέων δ᾽ Ἐφέσιοςὃν ἡμεῖς,’ φησί, ‘ ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δ᾽ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα.’ Εὔφρων ἐν Ἀποδιδούσῃ:

ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, [p. 254]
τὸ τευτλίον δὲ σεῦτλα,1 φακέαν τὴν φακῆν,
τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον.β Β. ὥσπερ χρυσίου
φωνῆς ἀπότεισον,3 Πυργόθεμι, καταλλαγήν.
Ἀντιφάνης Ἱππεῦσι:

πῶς οὖν διαιτώμεσθα; β. τὸ μὲν ἐφίππιον
στρῶμ᾽ ἐστὶν ἡμῖν, δὲ καλὸς πῖλος κάδος,5
ψυκτήρτί βούλει; πάντ᾽. Ἀμαλθείας κέρας.
ἐν δὲ τῇ Καρίνῃ σαφῶς δηλοῦται ὅτι τούτῳ ἐχρῶντο οἰνοχοοῦντες κυάθῳ. εἰπὼν γάρ:

τρίποδα καὶ κάδον
παραθέμενος ψυκτῆρὰ τ᾽ οἴνου ...
μεθύσκεται,
ἐν τοῖς ἑξῆς ποιεῖ αὐτὸν λέγοντα:

ἔσται πότος
σφοδρότερος. οὐκοῦν μὴ κεράσῃ τις, οὐκ ἔτι
ἔξεστι κυαθίζειν παρ᾽
ἡμῖν. παῖ, τρέχε,11 τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν
ἀπόφερε τἄλλα πάντα.
Διονύσιος δὲ τοῦ Τρύφωνος ἐν τῷ περὶ Ὀνομάτωντὸν ψυγέα,’ φησίν, ‘ ἐκάλουν οἱ ἀρχαῖοι δῖνον.’ Νίκανδρος δ᾽ Θυατειρηνὸς καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους [p. 256] τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος Νεανίσκοις:

σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις.
Εὐριπίδης Φαέθοντι:

ψυκτήρια
δένδρεα φίλαισιν ὠλέναισι δέξεται.
καὶ τὸν Αἰγίμιον δὲ ποιήσας εἴθ᾽ Ἡσίοδός ἐστιν Κέρκωψ Μιλήσιος:

ἔνθα ποτ᾽ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: