previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως

ὠς δ᾽ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ
καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ᾽ ἔλαβεν ...
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι:

διένιψα δ᾽ οὐδὲν σκεῦος οὐδεπώποτε:
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
Θηρικλῆς τὰς κύλικας, ἡνίκ᾽ ἦν νέος. [p. 80]
ἐν δὲ Κυβευταῖς:

ἄρτι μὲν μάλ᾽ ἀνδρικὴν
τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν
κωθωνόχειλον,3 ψηφοπεριβομβήτριαν,
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,4
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
κισσῷ κάρα βρύουσαν,5 ἐπικαλούμενοι
εἷλκον Διὸς σωτῆρος.
Ἀραρὼς δ᾽ Εὔβουλος ἐν Καμπυλίωνι:

γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
που κατειδὼς τὴν γυναικείαν φύσιν
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
Ἄλεξις δ᾽ ἐν Ἱππεῖ:

καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
καὶ ἐν Ἱππίσκῳ.

μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε
κοίλην ὑπερθύουσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: