previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45.

κάδος. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος: [p. 86]


ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
οἴνου δ᾽ ἐξέπιον κάδον.
Ἐπιγένης δ᾽ ἐν Μνηματίῳ φησίν

κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί2
λουτήρι᾽ ἀλλὰ τί καθ᾽ ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις
Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον.
Ἡδύλος Ἐπιγράμμασι:

πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ᾽ οἶνον
εὕροιμ᾽ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγεπαῖζε,
Ἡδύλε.’ μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
καὶ ἐν ἄλλῳ:

ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς
εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
εἶτ᾽ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ᾽ οἶνον
Σικελίδεω παίζει πουλὺ μελιχρότερον,
ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει
χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.
Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν [p. 88] Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ᾽ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: