previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55.

κόνδυ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι:


κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.:
Ἵππαρχος Ἀνασῳζομένοις: [p. 114]

προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; β. τῷδ᾽;ἔχει
ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ᾽ ἐγώ,
ἀλλ᾽ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
τέρα τ᾽ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς
τῶν Περσικῶν Β. εἰς κόρακας, μαστιγία.
α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον.
Νικόμαχος δ᾽ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί: ‘τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς: διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ᾽ ἐν πρώτῳ Βοκχορηίδος:

αὐτὰρ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπ᾽ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.

Κονωνεῖος. Ἴστρος Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως: : ‘ κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: