previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

64. Ἐρατοσθένης δ᾽ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως: ‘ θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. δοκεῖ δὴ μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος. τοῦτον δ᾽ ὁσάκις ἐπιπληρώσαιεν,10 ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα [p. 138] βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρ᾽ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας.’ ὅταν δ᾽ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ

οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
οὐ κυμβίοισι πεπολέμηκ᾽ Εὐριπίδης;
οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει, μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν:

δὸς δὴ τὸν χόα
αὐτῷ σύ, Κῶμε,2 καὶ τὸ κυμβίον φέρων:
Εὐριπίδης τις σήμερον γενήσεται.
καὶ Ἔφιππος ἐν Ὁμοίοις Ὀβελιαφόροις:

Διονυσίου δὲ δράματ᾽ ἐκμαθεῖν δέοι
καὶ Δημοφῶντος ἅττ᾽ ἐποίησεν εἰς Κότυν,4
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητὶ τ᾽6 οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμ᾽ ἑστιῶν Εὐριπίδῃ,7
[p. 140] ὅτι δὲ καὶ πλοῖον κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν:

ἵπποισιν κύμβαισι ναυστολεῖς χθόνα;
κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: