previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. Θεόπομπος δ᾽ ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν Ἱστοριῶν Στράτωνα φησι τὸν Σιδώνιον βασιλέα ὑπερβαλεῖν ἡδυπαθείᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους, οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, [p. 398] δὲ Στράτων μετ᾽ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ Ἰωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς Ἑλλάδος, τὰς μὲν ᾠδικάς, τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθ᾽ ὧν συνουσιάζων διέτριβεν, χαίρων μὲν καὶ αὐτὸς τῷ βίῳ τῷ τοιούτῳ, δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον: οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ᾽ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί. οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ᾽ ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν. Ἀναξιμένης δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῷ τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλεύσαντι ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τ᾽ ἀμφοτέρους βιαίως. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: