καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ‘ ῥαβδοδίαιτος ἀνήρ.’ ἐπέγραψεν δ᾽ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε:
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ᾽ ἔγραψεν.
ηὔχησε δ᾽ ἀνεμεσήτως ἐν τούτοις :
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ᾽ ἔγραψεν
Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.
οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ᾽ ἔφυσε
γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς: εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλ᾽ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾁδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι:
εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε: φημὶ γὰρ ἤδη
τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ [p. 462]
χειρὸς ὑφ᾽ ἡμετέρης: ἀνυπέρβλητος δὲ πέπηγεν
οὖρος. ἀμώμητον δ᾽ οὐδὲν ἔγεντο βροτοῖς.
οἷος δ᾽ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
Παρρασίῳ δι᾽ ὕπνου, τοῖος ὅδ᾽ ἐστὶν ὁρᾶν.