κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε:
κἀν βακχεύμασιν
οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
Ἀντιφάνης δ᾽ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν:
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,2
ὣς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων,
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται [p. 468]
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ᾽ ἀρτηρίαν συνήρπασεν.
α. ὦ τάν, κατανοεῖς τίς ποτ᾽ ἐστὶν οὑτοσὶ
ὁ γέρων; β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικὸς
λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,
πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
βαυκὶς τρυφῶσα τί μακρὰ δεῖ λέγειν; ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.