This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
67. οὐ μόνος δ᾽ Ἀρίστιππος καὶ οἱ ἀπ᾽ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ Ἐπίκουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα,1 ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι. φησὶν γάρ ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀφροδισίων,
[p. 478]
ἀφαιρῶν δὲ τὰς δι᾽ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ᾽ ὄψιν ἡδείας κινήσεις.’ καὶ
Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν ‘ περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. καὶ ὁ Ἐπίκουρος δέ φησιν ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή: καὶ τὰ σοφὰ καὶ κτὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.’ κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησὶν ‘ τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ: ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον,’ σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν
τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν ‘ προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.