previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. κληθῆναι δὲ τὰ Σοῦσά φησιν Ἀριστόβουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου: σοῦσον γὰρ εἶναι τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον ἐν Περσεπόλει δὲ διατρίβουσι φθινόπωρον καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δὲ ἐν Βαβυλῶνι, ... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. καὶ τὸ παράσημον δὲ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ᾽ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. ‘ κατεσκευάζετο γάρ,’ ὥς φησι Δίνων, ‘ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. εὐώδης δ᾽ ἐστὶν λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι,’ φησί, ‘ βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ᾽ αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ τούτῳ ἐπιβαίνων κατῄει: καὶ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο.’ ‘φυλάσσουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ [p. 312] Κυμαῖος Ἡρακλείδης ἐν α᾽ Περσικῶν. αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾁδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων χρῆται δὲ αὐταῖς καὶ παλλακίσιν βασιλεύς ... διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. ἦσαν δὲ οὗτοι τῶν δορυφόρων, καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων, καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ᾽ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν βασιλεύς, ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ᾽ ἵππον: πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. δὲ θρόνος ἐφ᾽ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ᾽ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: