previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

52. καὶ ' Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β᾽ λέγων οὕτως: ‘ ὥστε Λαὶς μὲν δοκοῦσα πασῶν τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ... ’ Νικόστρατος δὲ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων: [p. 168]

ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρ᾽ ' Ὠκίμου
χαλκώματα.
Μένανδρος δ᾽ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας:

Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Φιλέταιρος ἐν Κυναγίδι:

οὐχὶ Κερκώπη μὲν ἤδη γέγον᾽ ἔτη τρισχίλια,
δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δ᾽ οὐδ᾽ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαὶς μὲν τελευτῶσ᾽ ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω:
περὶ δὲ Ναίδος σιωπῶ: γομφίους γὰρ οὐκ ἔχει.
Θεόφιλος Φιλαύλῳ::

τοῦ μὴ ποτ᾽ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
φερόμενον Μηκωνίδ᾽ Σισύμβριον
Βάραθρον Θάλλουσαν τούτων τινά,
ὧν ἐμπλέκουσι τοῖς λίνοις σ᾽ αἱ μαστροποί, ...
Ναύσιον Μαλθάκην.14”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: