λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης; δὲ καὶ [p. 238] διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι: λέγει δ᾽ οὕτως περὶ αὐτῆς:
ἔρως με δαὖτε Κύπριδος ἕκατι
γλυκὺς κατείβων καρδίαν ἰαίνει.
καὶ Στησίχορος δ᾽ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων: ἃ δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά, οὕτω δ᾽ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὁ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον, ὁ δ᾽ ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων διὸ καὶ παιδεράστριὰν τινες καλοῦσι τὴν τραγῳδίαν καὶ ἐδέχοντο τὰ τοιαῦτα ἄσμενοι οἱ θεαταί. ”
τοῦθ᾽ ἁδειᾶν Μουσᾶν ἔδειξε
δῶρον μάκαιρα παρθένων
ἁ ξανθὰ Μεγαλοστράτα.