previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

87. ἐσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα: ‘ παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἴκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἓξ καὶ τεσσαράκοντα, ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἴκοσι ἐννέα, γαλακτουργοὺς τρεισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα.’ καὶ ὑμῖν δέ, ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος, γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι:

ἔκειτο γὰρ μὲν λευκὸν εἰς σεληνόφως
φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος,
τῆς δ᾽ αὖ χορεία: λαγόνα τὴν ἀριστερὰν
ἔλυσε: γυμνή δ᾽ αἰθέρος θεάμασιν
ζῶσαν γραφὴν ἔφαινε: χρῶμα δ᾽: ὄμμασι
λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
ἄλλη δὲ ἐγύμνου καλλίχειρας ὠλένας,
ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα:
δ᾽ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας
ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. [p. 278]
ὑπνωμέναι δ᾽ ἔπιπτον ἑλενίων ἔπι,
ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ
κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα
πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: