αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις . διόπερ καὶ Ἀναξίλας ἐν Ὑακίνθῳ φησίν: [p. 362]
ἡ μουσικὴ πρᾶγμ᾽ ἐστὶ βαθύ καὶ καμπύλον,
” μέγας γάρ, ὦ μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν,
ἡ μουσικὴ δ᾽ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν
αἰεί τι καινὸν κατ᾽ ἐνιαυτὸν θηρίον
τίκτει.
καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι᾽ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν ‘ πραύνομαι.’ καὶ ὁ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο, ἣν αὐτῷ ἐκ τῶν Ἠετίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ [p. 364] Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ. ἰσχιακοὺς φάσκων ἀπόνους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρὰ τοῖς Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς τὰς προσηγορίας ἔχειν οἷός ἐστιν ὁ παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, παρὰ δὲ Ἱππώνακτι Κίων καὶ Κώδαλος καὶ Βάβυς, ἐφ᾽ ᾧ καὶ ἡ παροιμία ἐπὶ τῶν αἰεὶ πρὸς τὸ χεῖρον αὐλούντων ‘ κάκιον Βάβυς αὐλεῖ.’ ὁ δ᾽ Ἀριστόξενος τὴν εὕρεσιν αὐτῆς Ὑάγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.
θησαυρός ἐστιν καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.