previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. πολλάκις οὖν, ὡς ἔφην, τῶν τοιούτων ἡμῖν παρατιθεμένων ἐπιδορπισμάτων ἔφη τις τῶν παρόντων

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
τί γὰρ ποθεῖ τράπεζα; τῷ δὲ οὐ βρίθεται;
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
φησὶν Εὐριπίδης ἐν Κρήσσαις. καὶ ὡς Εὔβουλος δ᾽ ἐν ' Ὀλβίᾳ ἔφη:

ἐν τῷ γὰρ αὐτῷ πάνθ᾽ ὁμοῦ πωλήσεται
ἐν ταῖς Ἀθήναις: σῦκα, Β. κλητῆρες, Α, βότρυς,
γογγυλίδες, ἄπιοι, μῆλα, Β. μάρτυρες, Α. ῥόδα,
μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, Β, δίκαι,
δ. πυός, πυριάτη, μύρτα, Β. κληρωτήρια,
α, ὑάκινθος, ἄρνες, Β. κλεψύδραι, νόμοι, γραφαί.
μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, ‘οὐ πρότερόν γε, ἔφη Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων ἕως ἂν περὶ τῶν ἐπιδορπισμάτων εἴπῃς.’ καὶ Ποντιανός: [p. 456] τραγήματα Κράτης φησὶ Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως

πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα:
ὅλην λέγοντ᾽ οὐκ ἂν ἐπιλείποι μ᾽ ἡμέραν.
καὶ Δίφιλος ἐν Τελεσίᾳ:

τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
β. ἐγὼ δὲ ταῦθ᾽ ἥδιστά γ᾽ ἐπιδορπίζομαι.
Σώφιλος ἐν Παρακαταθήκῃ:

ἡδύ γε μετ᾽ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ
συνάγειν: τὸ πρᾶγμα χάριεν. ‘ οὐχὶ δώδεκα
κυάθους,’ ἀνεβόησέν τις, “ ὑποχεῖς; κωμάσαι
πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν᾽ ἐκεῖ κατακλιθεὶς
ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.”
Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοιςπάντα τε εὐώδη ἔφερέ τότε τοῖς κατοικοῦσιν γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: