previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ τραπέζῃ, ὥσπερ [p. 464] καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν μελιπήκτων προσεφέρετο, ὡςἈντιφάνης ἐν Λεπτινίσκῳ φησὶν οὕτως:

οἶνον Θάσιον πίνοις ἄν; β. εἴ τις ἐγχέοι.
α: πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; β. εἰρηνικῶς ...
α. ... β. μαλακὰς: δι᾽ ἀς μέλιτι πρέπει παίειν βίᾳ.
α. μελίπηκτα δ᾽ εἴ σοι προσφέροι; β. τρώγοιμι τἄν.
α, ᾠὸν δέ; β. καταπίνοιμ᾽ ἄν. α. ἄλλου δεῖ τινος;
ἐν δὲ Ὁμοίοις:

εἶτ᾽ ἐπεισῆγεν χορείαν τράπεζαν δευτέραν,
καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.

Ἄμφις

δὲ ἐν Γυναικομανίᾳ:

ἤδη ποτ᾽ ἤκουσας βίον
ἀληλεμένον; Β. ναί. Α. τοῦτ᾽ ἐκεῖν᾽ ἔστιν σαφῶς:
ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,
μύρον, στέφανος, αὐλητρίς. β. Διοσκόρω,
ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. [p. 466]
Ἀναξανδρίδης Ἀγροίκοις:

ὡς δ᾽ ἐστεφανώθην, τράπεζ᾽ εἰσήγετο
τοσαῦτ᾽ ἔχουσα βρώμαθ᾽ ὅσα, μὰ τοὺς θεοὺς
καὶ τὰς θεάς, οὐδ᾽ ἔνδον ὄντ᾽ ᾔδειν ἐγώ:
οὕτως παρέζωνχρηστῶςοὐκ ἔζων τότε.
Κλέαρχος Πανδρόσῳ:

λάβ᾽ ὕδωρ κατὰ χειρός. β. μηδαμῶς: καλῶς ἔχει.
α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. παῖς, ἐπιτίθει
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
Εὔβουλος Καμπυλίωνι:

τραγημάτων δ᾽ ἔσθ᾽ τράπεζά σοι πλέα.
β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
Ἄλεξις Πολυκλείᾳ ἑταίρας δ᾽ ὄνομα Πολύκλεια:

πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα.
τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ
ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
καὶ ἐν Ὁμοίᾳ, τὸ δ᾽ αὐτὸ δρᾶμα καὶ ὡς ' Ἀντιδότου φέρεται:

οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν,
τραγήμασιν χαίρω, μᾶλλον. β. εὖ πάνυ.
α. τραγήματ᾽ αἰσθάνομαι γὰρ ὅτι νομίζεται
τοῖς νυμφίοις μετιοῦσι Β. τὴν νύμφην λέγεις; [p. 468]
Α. παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας:
τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
ὄψοισι καὶ ζωμοῖσιμηδάμ᾽ θεοί.
Ἀπίων δὲ καὶ Διόδωρος, ὥς φησι Πάμφιλος, ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: