previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. [p. 136] ἀποροῦντος δ᾽ αὐτοῦἐπὶ ἕτερον,’ φησί, ‘ στέφανον μεταβήσομαι,’ Οὐλπιανός, “τὸν στρούθινον καλούμενον, οὗ μέμνηται μὲν Ἀσκληπιάδης, παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα:

μάκαρ, ἥτις ἔχουσ᾽ ἐνὶ δωματίῳ στρουθίον: ἀεροφόρητον
λεπτότατον περὶ σῶμα συνίλλεται
ἡδύπνοον περὶ νυμφίον εὔτριχα,
κισσὸς ὅπως Καλάμῳ περιφύεται
αὐξόμενος ἔαρος ὀλολυγόνος
ἔρωτι κατατετηκώς.
πλέκεται δ᾽ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας ἐν τούτοιςἀνθεῖ δὲ καὶ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.’ Γαλήνη δ᾽ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει.

πόθος. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν Γλώσσαις: καὶ ἴσως ἀπὸ τοῦ οὕτω καλουμένου ἄνθους πλεκόμενος, οὗ μνημονεύει αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε: ‘τὰ δὲ θερινὰ μᾶλλον, τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος Φρύγιος, ἔτι [p. 138] δὲ πόθος καλούμενος, οὗτος δὲ ἐστι διττός, μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, δ᾽ ἕτερος ἄχρως, ἔκλευκος,1 χρῶνται πρὸς τοὺς τάφους.’ καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους:


Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
στέφανον πολυποίκιλον ἀνθέων,
ὑγρότατον,2 χαριέστατον, Ζεῦ:
τί γάρ; αὐτὸν ἔχουσα φιλήσει.
κἀν τοῖς ἑξῆς τάδε φησί:

στεφάνους ἴσως βούλεσθε: πότερ᾽ ἑρπυλλίνους
μυρτίνους τῶν διηνθεμισμένων;
β. τῶν μυρτίνων βουλόμεθα τουτωνί: σὺ δὲ
τὰ γ᾽ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: