previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἐμέμνηντο δ᾽ οἱ πολλοὶ καὶ τῶν Ἀττικῶν ἐκείνων σκολίων ἅπερ καὶ αὐτὰ ἄξιὸν ἐστί σοι ἀπομνημονεῦσαι διά τε τὴν ἀρχαιότητα καὶ ἀφέλειαν τῶν ποιησάντων, καὶ τῶν: ἐπαινουμένων ἐπὶ τῇ ἰδέᾳ ταύτῃ τῆς ποιητικῆς Ἀλκαίου τε καὶ Ἀνακρέοντος, ὡς Ἀριστοφάνης παρίστησιν ἐν Δαιταλεῦσιν λέγων οὕτως

ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
καὶ Πράξιλλα δ᾽ Σικυωνία ἐθαυμάζετο ἐπὶ τῇ [p. 216] τῶν σκολίων ποιήσει. σκόλια δὲ καλοῦνται οὐ κατὰ τὸν τῆς μελοποιίας τρόπον ὅτι σκολιὸς ἦν λέγουσιν γὰρ τὰ ἐν ταῖς ἀνειμέναις εἶναι σκολιὰ ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων Κασσανδρεὺς ἐν δευτέρῳ Βιβλίων Χρήσεως, ἐν οἷς τὰ περί: τὰς συνουσίας ἦν ᾀδόμενα: ὧν τὸ μὲν πρῶτον ἦν δὴ πάντας ᾁδειν νόμος ἦν, τὸ δὲ δεύτερον δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε: κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τὸ τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ᾽ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ καθ᾽ ὅντινα τόπον ἀεὶ τύχοιεν ὄντες: διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ᾽ ἅμα μήθ᾽ ἑξῆς γινόμενον, ἀλλ᾽ ὅπη ἔτυχον εἶναι σκόλιον ἐκλήθη, τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προφέρειν. καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσὶν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην εἰς τὸν βίον. [p. 218]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: