previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

72. ἐγκέφαλοι χοίρειοι. τούτων ἡμᾶς ἐσθίειν οὐκ [p. 286] εἴων οἱ φιλόσοφοι, φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνονταςἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τεοὐτοκήωνμόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων, οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος οὐδ᾽ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον:

κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ,
καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί:

δύστηνε, κρατὸς ὥς σ᾽ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
ὃν πόλλ᾽ ἐκήπευσ᾽ τεκοῦσα βόστρυχον
φιλήμασὶν τ᾽ ἔδωκεν : ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾽: αἰσχρὰ μὴ λέγω.
ἔχει δὲ ἐπίστασιν τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν

οὐδ᾽ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ Ἀριστοφάνης:

ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως [p. 288] εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ᾽ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ᾽ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ᾽ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ Ὁμηρικὸς Ζεύς φησιν

εἰ δ᾽ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: