previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58. Λυγκεὺς δ᾽ Σάμιος, Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ' μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος [p. 434]

ἐκεῖσε δ᾽ οὐ πλέω
ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις:

ἀλλὰ λοπὰς μ᾽ εὔφραιν᾽ μήτρης καλὰ πρόσωπα
ἐκβολάδος, δέλφαξ δ᾽ ἐν κλιβάνῳ ἡδέα ὄζων.
Σώπατρος δ᾽ ἐν μὲν Ἱππολύτῳ φησὶν

ἀλλ᾽ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς
δίεφθα λευκανθεῖσα τυροῦται δέμας,
ἐν δὲ Φυσιολόγῳ:

μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος,
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
ἐν δὲ Σίλφαις:

μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: