”
... ἐκ τούτων ...
ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς:
: ἀλλότριὸν ἐσθ᾽ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη:
σοφία δ᾽ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε
ταύτην λαβὼν ἀπώλεσ᾽ ὦ τάλας ἐγώ,
οἵῳ μ᾽ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν
ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα:
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία:
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“63.
. εἰς ταῦτ᾽ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν
[p. 446]
φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.